TLG 4301 001 :: LEXICON RHETORICUM CANTABRIGIENSE :: Lexicon rhetoricum Cantabrigiense (e cod. Cantabr. Univ. D d 4,63 in marginibus) LEXICON RHETORICUM CANTABRIGIENSE Lexicogr. Lexicon rhetoricum Cantabrigiense (e cod. Cantabr. Univ. D d 4,63 in marginibus) Citation: Page — (line) | ||
69(t) | lexicon rhetoricum cantabrigiense. | |
1 | Ἀγωγεύς, ὁ ἐνάγων τὴν δίκην, ὁ διώκων· καὶ ὁ λῶρος ᾧ ἄγονται οἱ ἵπποι. Ἀγραφίου δίκη, κατὰ τοῦ τὸν ὀφείλοντα τῷ δημοσίῳ μὴ ἐγγράψαντος καὶ τὸν τὸ ῥητὸν ἀποδόντα οἷς ὤφειλεν. | |
---|---|---|
5 | Ἀντίδοσις, ὅταν τις προκληθεὶς εἰς λειτουργίαν ἀποφαίνῃ ἕτερον εὐπορώτερον ἑαυτοῦ καὶ προκαλῆται αὐτὸν λειτουργεῖν ἢ δόντα μὲν τὴν οὐσίαν τὴν ἑαυτοῦ, λαβόντα δὲ τὴν ἐκείνου ἀπηλλάχθαι. Ἀγωνία, φόβος πτώσεως ἢ ἥττης, ἐπὶ τοῦ εἰς ἀγῶνα | |
10 | μέλλοντος ἀπιέναι, καταχρηστικῶς δὲ καὶ ἐπὶ ἁπλοῦ φόβους· Ξενοφῶν δὲ τὸ ἀγωνία ἐπὶ τοῦ ἀγῶνος, ὡς ἐν τῷ ἀγῶνι ὁ φόβος. Ἀγωνοθέτης, ὁ ἐν τοῖς σκηνικοῖς· Ἀθλοθέτης, ὁ ἐν τοῖς γυμνικοῖς. | |
15 | Ἄγαυρος καὶ Ἀγαυρός, ὁ κομψός· τινὲς δὲ ὁ κακός. | |
ὑπὸ δὲ Ἰώνων ὁ ἄπορος, ὑπὸ δὲ Ἀττικῶν ὁ τρυφερός. | 69 | |
70 | Ἀγήνωρ, ὁ ἀνδρεῖος καὶ ὁ ἄγαν ὑβριστικός. Ἀγύρτης, ὁ ἀλαζών καὶ εἶδος βόλου. Ἁβροχίτων, ὁ τρυφερὰ φορῶν· ἁβροείμων ὁ λαμπρο‐ φόρος. | |
5 | Ἀγὼν σημαίνει πέντε, τὸν τόπον· „καλὸν δ’ εὔρυναν ἀγῶνα“· τὸ πλῆθος, ὡς τὸ „λῦτο δ’ ἀγών“· τὸ ἄθροισμα, ὡς τὸ „Ἥρη μὲν μετ’ ἀγῶνα νεῶν“, καὶ τὸν ἆθλον, καὶ τὸν ναόν, ὡς τὸ „θεῖον δύσονται ἀγῶνα“, καὶ ἡ πρὸς τοὺς ἀγῶνας ἄσκησις. Ἀγνώμονες, οἱ ἀχάριστοι· παρὰ δὲ Πλάτωνι οἱ ἀμαθεῖς. | |
10 | Ἀγυιά, ἡ ἄμφοδος, ἡ κοινῶς ῥύμη. Ἄγροικος, ὁ ἀμαθής· Ἀγροῖκος, ὁ ἐν τῷ ἀγρῷ αὐλιζό‐ μενος· Πλάτων δὲ τὸ ἐναντίον τούτου, καὶ Ἀγροιώτης, ὁ γεωργικὸς λαός. Ἀγχιστεῖς, οἱ ἀπ’ ἀδελφῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ | |
15 | πατέρα καὶ μητέρα ἐγγυτάτω τοῦ τελευτήσαντος· οἱ δὲ ἔξω τούτων Συγγενεῖς μόνον· οἱ δὲ κατ’ ἐπιγαμίαν ζευχθέντες τοῖς οἴκοις Οἰκεῖοι λέγονται. Ἀγορά, ἡ ἐκκλησία καὶ ἡ συνάθροισις, ὅθεν Νέστωρ ἀγο‐ ρητής. ἀγορὰς Ὑπερείδης καὶ τὰς συνόδους· „οὗτοι πολλάκις | |
20 | ἀγορὰς ποιοῦνται“. καὶ Ἀγοραία δίκη, ἡ δικαιολογία. Ἀγωγή, ἡ ἀναστροφὴ καὶ ὁ τρόπος καὶ τὸ βάρος ἢ ἡ κομιδὴ καὶ ἡ διὰ τῶν ἠθῶν τοῦ τρόπου κατακόσμησις. Ἀλογίου δίκη, ὅταν τινὲς λαβόντες χρήματα εἰς ἀνα‐ λώματα δημόσια μὴ ὦσιν τοὺς λόγους ἀνενηνοχότες τοῖς δι‐ | |
25 | κασταῖς. | 70 |
71 | Ἀντιγραφή. πρὸς τὸ τοῦ διώκοντος ἔγκλημα ὁ φεύγων ἀντιγράφει, ὡς τὰ τοῦ Δημοσθένους· „κατεμαρτύρησε Στέ‐ φανος, μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα“· ἵνα ᾖ τῶν ἑκατέρου φάσεων τοῖς δικασταῖς μαρτυρία, τοῦ μὲν ἐφ’ | |
5 | οἷς ἐγκαλεῖ, τοῦ δὲ ἐφ’ οἷς μαρτυρεῖται. Ἀνθυπωμόσαντο, οἷον ἀντεῖπον τῇ ὑπωμοσίᾳ, δημοσίᾳ στρατευόμενον αὐτὸν ἀπεῖναι. Ἀντιλαχεῖν καὶ ἀντίληξις. ἀντιλαχεῖν μέν ἐστι τὸ εἰς ἀκέραιον πάλιν καθιστάναι τὰς δίκας· ἀντελάγχανον δὲ | |
10 | τοῖς διώκουσιν οἱ ἐρήμην ἐπὶ διαιτητῶν ἁλόντες ὡς τὴν μὴ οὖσαν δίκην καταδικασθέντες. Ὑπωμοσία. δύο σημαίνει τροπὰς ἡ λέξις· μίαν μὲν ὅταν τις γράψηται νόμον παρανόμων ἢ καὶ αὐτὸς εἰσηγήσηται, ἔπειτα καταγνοὺς αὐτοῦ ἐξομόσηται παραλελογίσθαι· ὑπωμοσία | |
15 | δὲ λέγεται, ὅτι ὀμνύοντες ἀφίενται μήτε ἀργυρίῳ πεισθῆναι μήτε καταχαρίσασθαι τὴν σιγήν. μνημονεύει τοῦ τρόπου τού‐ του καὶ Δημοσθένης ἐν τῷ περὶ στεφάνου. κατὰ μίμησιν δέ ἐστι τὸ ὑπερτίθεσθαι δίκην προφάσει χρώμενον ἢ ἀποδημίᾳ ἢ νόσῳ ἢ ἄλλῳ τινὶ τῶν παραπλησίων μεθ’ ὅρκου, καὶ τὸ ποιεῖν | |
20 | τοῦτο ὑπόμνυσθαι λέγουσιν. ἑτέρως οὖν λέγεται πάλιν, ὡς ἔφα‐ μεν, Ἀπωμοσία, ὅταν τις κρινόμενος σκήπτηται τὸ μὴ εὐ‐ καιρεῖν πρὸς τὴν δίκην, ἀνθυπομνύηται δὲ ὁ ἀντίδικος, καὶ περὶ αὐτοῦ προδικάζωνται. Ἀπρόσκλητος δίκη, ἡ μὴ τυχοῦσα τῶν καλουμένων κλη‐ | |
25 | τήρων κατὰ τὸν νόμον. | 71 |
72 | Ἀποστασίου δίκη, ἡ κατὰ τῶν ἀπελευθέρων οὖσα τῶν ἀφισταμένων τοῦ ἀπελευθερώσαντος. Ἀργίας δίκη. Λυσίας ἐν τῷ κατὰ Ἀρίστωνός φησιν ὅτι Δράκων ἦν ὁ θεὶς τὸν νόμον, αὖθις δὲ καὶ Σόλων ἐχρήσατο, | |
5 | θάνατον οὐχ ὁρίσας ὥσπερ ἐκεῖνος, ἀλλ’ ἀτιμίαν, ἐὰν τρὶς ἁλῷ τις, ἐὰν δ’ ἅπαξ, ζημιοῦσθαι δραχμαῖς ἑκατόν. Ἀτίμητος δίκη, ἡ τοσούτου οὖσα ὅσου ἐπιγέγραπται, ἣν οὐχ οἷόν τε ὑποτιμήσασθαι. Ἄτοπον Πλάτων τὸ μέγα καὶ θαυμαστόν. | |
10 | Βιαίων δίκη. εἴ τις βίᾳ ἐπεισελθών τι ἔλαβεν ἀλλότριον ἢ ἐκ χωρίου ἢ ἐξ οἰκίας βιαίων ἐκρίνετο· ἐν δὲ ταῖς σχο‐ λαστικαῖς ὑποθέσεσι βίας ἔγκλημά ἐστι κατὰ τῶν κόρην ἁρπα‐ σάντων ἢ παῖδα ἐλεύθερον. ἰστέον ὅτι βιαίων γράφουσι τὴν δίκην οἱ παλαιοὶ καὶ οὐδεὶς βίας. | |
15 | Διαδικασία ἐστὶν ἣν τοῖς ἄρχουσι καὶ τοῖς τριηράρχαις ποιοῦνται ὧν δεῖ ἄρχειν ἢ τριηραρχεῖν· τὸ δὲ αὐτό ἐστι καὶ δοκιμασία. γραφὴ καὶ παραγραφὴ καὶ Ἐπιγραφὴ διαφέρουσί τινι. γραφὴ μέν ἐστιν ἡ εἰς δικαστήριον δημοσίου ἐγκλήματος κλῆ‐ | |
20 | σις· παραγραφὴ δὲ ἡ πρὸς τὴν κλῆσιν ἀμφισβήτησις· ἐπι‐ γραφὴ δὲ τὸ ἕτερον τόπον ἐπιγράφειν τῷ κριτηρίῳ ἢ ἴδιον ἐν πόλει ἐν τῷ δικαστηρίῳ, ἢ ἐπιχώριον οἷον Φαληροῖ ἢ ἑτέρωθι. καλεῖται δὲ ἐπὶ μὲν τῶν δημοσίων ἀγώνων τὸ γραφόμενον ὑπὸ τοῦ κατηγόρου ἔγκλημα καὶ τὸ ἀποφερόμενον πρὸς τὴν ἀρχὴν | |
25 | γραφή. τὸ δ’ αὐτὸ ἐπὶ τῶν ἰδιωτικῶν ἐγκλημάτων ἔγκλημα, ἐπὶ δὲ τῶν ἀμφισβητήσεων λῆξις. | |
Δεκάζειν καὶ Δεκάζεσθαι. Αἰσχίνης ἐν τῷ κατὰ Τι‐ | 72 | |
73 | μάρχου τὸ παρακρούεσθαι τοὺς δικαστὰς δεκάζειν ἔλεγε· δεκά‐ ζειν δὲ παρόσον κατὰ δέκα συντασσόμενοι ἐμισθάρνουν. Διάγραπτος δίκη· ἡ αὐτὴ καὶ διεξυσμένη λέγεται, καθ’ ἧς ἴσχυσεν ἡ παραγραφή, οἷον ἤρθη ἡ δίκη· οὐ γὰρ εἰσα‐ | |
5 | γώγιμός ἐστιν, ἠκυρωμένη ὑπὸ τῆς παραγραφῆς. Διαγραφή. καὶ ὅταν ἀπαλλαγῇ τοῦ ἐγκλήματος ὁ φεύ‐ γων ἢ κατὰ συγχώρησιν τοῦ διώκοντος ἢ κατὰ διάγνωσιν τοῦ τυχόντος καὶ μηκέτι περὶ μηδενὸς ἐγκαλῆται, λέγεται διαγραφὴ δίκης. λέγεται διαγραφὴ καὶ τὸ καθυποβάλλεσθαι ζημίαις | |
10 | πολλαῖς. Διαψήφισίς ἐστιν, ὅταν συνελθόντες κατὰ δῆμον οἱ δη‐ μόται ψῆφον φέρωσι κατὰ τῶν δοκούντων παρεγγεγράφθαι· ὃς δ’ ἂν ψηφηφορηθῇ πολίτης ἐστίν· οὗ δ’ ἂν καταψηφίσωνται, τούτῳ ἔξεστι τὴν διαψήφισιν αἰτιασαμένῳ ἀναπεμφθῆναι εἰς | |
15 | τὸ κοινόν. Διαμαρτυρία ἐστὶν ἣν τῶν κλήρων ἀντιποιούμενοι γρά‐ φονται, ἐν ᾗ τὸ ἔγκλημά ἐστι καὶ ἡ αἰτία, δι’ ἣν ἕκαστος ἴδιον εἶναι τὸν κλῆρον ἀξιοῖ· καὶ ὅτι τὸ ὄνομα ὁποῖον ἕτοιμον· ἃ γὰρ ἂν ἄλλου ἀμφισβητοῦντος εἴποι μαρτυρῶν, ταῦτα ὑπὲρ | |
20 | αὑτοῦ ἐν τῇ γραφῇ τοῦ ἐγκλήματος διαμαρτύρεται. Δίκη τὸ ἐκτῖσαι τιμωρίας λέγεται, καὶ ἣν ὑπὲρ τῶν ἰδίων συμβολαίων λαγχάνουσιν, ἧς τὸ ἐπιτίμιον ὥρισται· Γραφή, ὄνομα δίκης· ὑπὲρ δὲ τῶν κοινῶν καὶ ἐπίπαν γράφονται ταύ‐ την, καὶ ἁλόντος τοῦ διωκομένου τιμᾷ τὸ δικαστήριον ὅ τι χρὴ | |
25 | παθεῖν ἢ ἀποτῖσαι. | |
Διωμοσία. ἔθος ἦν τοῖς ἐγκαλοῦσιν ὀμνύναι ὅτι περὶ γε‐ | 73 | |
74 | γονότων τὴν κατηγορίαν ποιήσονται, καὶ τοῖς ἐγκαλουμένοις ὡς οὐκ ὄντες ἔνοχοι διώκονται· μάλιστα δ’ ἐγίγνετο ἐπὶ τῶν ἑκουσίων. Εἰσαγγελία, κατὰ καινῶν καὶ ἀγράφων ἀδικημάτων. | |
5 | αὕτη μὲν οὖν ἡ Καικιλίου δόξα. Θεόφραστος δὲ ἐν τῷ τετάρτῳ περὶ νόμων φησὶ γενέσθαι, ἐάν τις καταλύῃ τὸν δῆμον ῥήτωρ ἢ μὴ τὰ ἄριστα συμβουλεύῃ χρήματα λαμβάνων, ἢ ἐάν τις προδιδῷ χωρίον ἢ ναῦς ἢ πεζὴν στρατιὰν, ἢ ἐάν τις εἰς τοὺς πολεμίους ἀφικνῆται ἢ μετοικῇ παρ’ αὐτοῖς ἢ στρατεύηται μετ’ | |
10 | αὐτῶν ἢ δῶρα λαμβάνῃ. συνομολογεῖ δὲ τοῖς ὑπὸ Θεοφράστου ἡ κατὰ Θεμιστοκλέους εἰσαγγελία, ἣν εἰσήγγειλε κατὰ Κρά‐ τερον Λεωβώτης Ἀλκμαίωνος Ἀγρυλῆθεν. ἔνιοι δὲ τῶν ῥητόρων εἰώθεσαν καλεῖν καὶ τὰ μὴ μεγάλα ἀδικήματα εἰσαγγελίαν. ἔστι δ’ ὅτε ἐμβάλλοντες τοὺς συκοφαντουμένους εἰσήγγελλον, | |
15 | ὡς μὲν Φιλόχορος, χιλίων καθεζομένων, ὡς δὲ Δημήτριος ὁ Φαληρεύς, χιλίων πεντακοσίων. Καικίλιος δὲ οὕτως ὡρίσατο· εἰσαγγελία ἐστὶν ὃ περὶ καινῶν ἀδικημάτων δεδώκασιν ἀπε‐ νεγκεῖν οἱ νόμοι. ἔστι δὲ τὸ μελετώμενον ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς. | |
20 | Εἰς δατητῶν αἵρεσιν· πρόκλησις νεμήσεως ἢ κληρονο‐ μίας ἢ κοινοῦ τινος ἀγορασμοῦ· ἐπὶ τῶν διανεμόντων τὰ κοινά τισιν, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ· „δίκαι λαγ‐ χάνονται πρὸς τὸν ἄρχοντα ἄλλαι τε καὶ ἡ εἰς δατητῶν αἵρεσιν, | |
ὅταν τις μὴ θέλῃ κοινὰ τὰ ὄντα νέμεσθαι.“ | 74 | |
75 | Ἔκκλητον, καὶ τὸ συνηθροισμένον, ὡς Εὐριπίδης „μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον“ οἱονεὶ τὸν ἐκκλησιάζοντα. Ἔνδειξις φάσεως διαφέρει, ὅτι τῇ μὲν ἐνδείξει οὐ δύναται ἀντιλέγεσθαι, οἷον ἐνέδειξεν Ἀριστογείτονα Δημοσθένης ὅτι λέγει | |
5 | ὀφείλων τῷ δημοσίῳ, φάσκων οὐκ ὀφείλειν· Φάσις δέ ἐστιν ὅταν τις φαίνῃ τῶν δημοσίων ἔχοντά τινα μὴ πριάμενον· λέ‐ γεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴκων· ὁπότε γὰρ μὴ ἐμίσθουν οἱ ἐπίτροποι τὸν οἶκον τῶν ἐπιτροπευομένων, ἔφαινεν αὐτὸν ὁ βουλόμενος πρὸς τὸν ἄρχοντα, ἵν’ ἐκμισθωθῇ· ἔφαινε δὲ καὶ εἰ | |
10 | ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν ἐμεμίσθωτο. Ἕνη καὶ νέα, παρ’ Ἀθηναίοις ἡ τριακάς· φασὶ δὲ οὕτω Σόλωνα αὐτὴν ὀνομάσαι, παρόσον αὐτῆς τὸ μὲν ἥμισυ τοῦ παρεληλυθότος μηνός ἐστι, τὸ δὲ ἥμισυ τοῦ εἰσελθόντος· οὗτος δέ ἐστιν ὁ χρόνος, ὅπερ καταλαμβάνει τὸν ἥλιον ἡ σελήνη, | |
15 | ὁ καλούμενος μήν· ἔστι γοῦν ἡμερῶν εἰκοσιεννέα τέταρτον, ὥστε εὐλόγως τὴν τριακάδα κοινὴν γενέσθαι τῶν δύο μηνῶν· τὸ γὰρ ἕνον δασυνόμενον τὸ παρεληλυθὸς σημαίνει· τὴν δὲ ἑξῆς καλοῦσι νουμηνίαν, ὡς πρῶτον ὁλόκληρον, τοῦτ’ ἔστι τοῦ νέου μηνός· καὶ κατὰ τὸ ἑξῆς δὲ δευτέραν ἡμῖν ἀκολούθως λέγουσι | |
20 | προστιθέντες τὸ ἱσταμένου· τὸ δὲ ἑξῆς τρίτην ἱσταμένου καὶ τετάρτην καὶ ἀναλόγως μέχρι τῆς δεκάδος· ἐκεῖθεν δὲ πρώτην ἐπὶ δέκα, δευτέραν ἐπὶ δέκα, τρίτην ἐπὶ δέκα καὶ ἀναλόγως μέχρι τῆς δεκάτης, ἣν ἐνίοτε μὲν ὁμοίως τοῖς ἄλλοις εἰκάδα | |
καλοῦσιν, ἐνίοτε δὲ δεκάτην δευτέραν· τὴν δ’ ἀπὸ ταύτης ἀνά‐ | 75 | |
76 | παλιν καὶ ἀνεστραμμένως ἐνάτην φθίνοντος καὶ ὀγδόην καὶ τὰ ἑξῆς ἐπὶ τὸ ἔλαττον προστιθέντες τὸ φθίνοντος ἕως τῆς πρώτης, ἥτις ἐστὶν ἐνάτη καὶ εἰκάς, ἥν τινες πρώτην καλοῦσιν· τὴν δ’ ἐπὶ πᾶσιν τριακάδα ἕνην καὶ νέαν καλοῦσιν. τὰς δὲ μετὰ | |
5 | τὴν εἰκάδα πάσας ἀποφράδας καλοῦσι, παρόσον ἀποπέφρακται τὸ σελήνης φῶς ἐν αὐταῖς. Ἐπαγγέλλειν, καὶ τὸ κατηγορεῖν τῶν αἰτίαν ἐχόντων ἐπὶ τῷ μὴ βεβιωκέναι ὀρθῶς· δηλοῖ δὲ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου λέγων „ἐπήγγειλα αὐτῷ τὴν δοκιμασίαν.“ | |
10 | Ἐπιτολὴ ἐπὶ ἄστρων, Ἀνατολὴ ἐπὶ ἡλίου. Εἰς ἐμφανῶν κατάστασιν. ὁπότε ἔδει κλῆρον ἀμφισ‐ βητήσιμον εἰς τὸ ἐμφανὲς καταστῆσαι ἢ φώριόν τι τοῖς δι‐ κασταῖς, οὕτως ἐκαλεῖτο ἡ δίκη· ἡ δὲ αὐτὴ καὶ ἐφήγησις λέγεται. | |
15 | Ἐπιβολή. ἔξεστι τοῖς ἄρχουσιν ἀργυρίῳ ζημιοῦν τοὺς ἁμαρτάνοντας, τὴν δὲ ζημίαν ταύτην ἐπιβολὴν καλοῦσι, καὶ ἥ τε βουλὴ καὶ ὁ δῆμος, ὅταν ἴδῃ τινὰ θρασυνόμενον, κέκρα‐ γεν „ἐπίβαλε“. Ἐπιδήμιος ἄρχων, ὁ δήμου τινὸς τῶν ἐν τῇ Ἀττικῇ | |
20 | ἄρχων. Ἐπίσκημμα καὶ Ἐπίσκηψις, ὅταν τις ἐπιλάβηται γραμ‐ μάτων ἢ μαρτυριῶν, ἐπιλάβηται δὲ μέχρις οὗ ταῦτα διακρίνας. Ἐπιτίμιόν τι ἦν κατὰ τῶν σιωπησάντων τὴν γραφήν. Λυσίας ἐν τῷ κατὰ Ἀντιγένους ἀμβλώσεως· σκέψασθε δὲ καὶ | |
25 | ὡς Ἀντιγένης πεποίηκεν οὑτοσί· γραψάμενος τὴν μητέρα ἡμῶν | 76 |
77 | ἀξιοῖ λαβεῖν τὴν ἀδελφήν, καὶ ἀγωνίσασθαι μὲν ἵνα μὴ ἀπο‐ τίσῃ τὰς χιλίας δραχμάς, ἃς δεῖ ἀποτίνειν ἐάν τις μὴ ἐπεξ‐ έλθῃ γραψάμενος. τὸ δ’ αὐτό φησι καὶ Δημοσθένης ἐν τῷ κατὰ Θεοκρίνους. | |
5 | Ἐπιθαυμάζειν, δώροις δεξιοῦσθαι. Ἀριστοφάνης· ἐπιθαυ‐ μάζειν τὸν διδάσκαλον. Ἐπίταγμα, δύο τέλη ἱππέων, ἀνδρῶν ͵θϙϛ. Ἐπιγραφέας, ἤτοι τοὺς καθεστηκότας ἐπὶ τῷ γράφειν ἑκάστῳ ὅσον εἰσφέρειν ὀφείλουσιν εἰς τὸ δημόσιον. | |
10 | Ἐπιγραφομένῳ, τῷ βεβαιοῦντι καὶ τῷ οἰκειοποιουμένῳ. Ἐπώνυμος ἄρχων, ἐφ’ οὗ ἡ πόλις χρηματίζει· ἔχει δ’ ἐπιμέλειαν χορηγοὺς καταστῆσαι εἰς Διονύσια καὶ Θαργήλια. ἐπιμελεῖται δὲ καὶ τῶν εἰς Δῆλον καὶ τῶν ἀλλαχόσε πεμπο‐ μένων Ἀθήνηθεν θεωριῶν· λαγχάνονται δὲ πρὸς αὐτὸν καὶ γρα‐ | |
15 | φαί, καὶ δίκας εἰς τὸ δικαστήριον εἰσάγει. Εἱργμοῦ δίκη, εἴ τίς τινα ἔδησεν ἢ συνέσχεν ἀδίκως, οἷον πραχθῆναι Ἀλκιβιάδῃ φησὶν ἐν τῷ κατὰ Μειδίου Δημοσθένης· „εἷρξεν Ἀγάθαρχον τὸν γραφέα.“ Εὔθυναι, κρίσις κατὰ τῶν ἀρξάντων ἢ πρεσβευσάντων ἤ | |
20 | τι τῶν τῆς πόλεως χειρισάντων ὅλως. Θεσμοθετῶν ἀνάκρισις. κατ’ Ἀριστοτέλην οἱ θεσμο‐ θέται εἰσὶν ἐκ τῶν ἐννέα ἀρχόντων, αὐτοὶ ἓξ ὄντες· οἱ δὲ λαχόντες ὑπὸ τῆς βουλῆς τῶν πεντακοσίων καὶ τοῦ δικαστηρίου δοκιμάζονται πλὴν τοῦ γραμματέως, ἐρωτώμενοι τίνες αὐτῶν | |
25 | πατέρες, ὁμοίως καὶ δήμων τίνων εἰσὶ καὶ εἰ ἔστιν αὐτοῖς Ἀπόλλων πατρῷος καὶ Ζεὺς ἕρκειος καὶ εἰ τοὺς γονέας εὖ | |
ποιοῦσι καὶ εἰ τὰ τέλη τελοῦσι καὶ εἰ τὰς ὑπὲρ τῆς πατρίδος | 77 | |
78 | στρατείας ἐστρατεύσαντο· πάντα οὖν ἀνάκρισιν εὐλόγως ὠνό‐ μασαν. Θεωροί, οἱ πεμπόμενοι εἰς τὰς ἀποδήμους θυσίας τὰς ὑπὲρ τῆς πατρίδος εἰσαγομένας ἔν τε τοῖς ἱεροῖς ἀγῶσι καὶ ἐν ταῖς | |
5 | ἄλλαις πανηγύρεσι· καὶ αἱ ὁδοὶ δι’ ὧν πορεύονται θεωρίδες ἐλέ‐ γοντο· καὶ Ἡρόδοτος ὅταν λέγῃ, „Ἱπποκράτεϊ γὰρ ἐόντι ἰδιώτῃ „καὶ θεωρέοντι εἰς τὰ Οὐλύμπια“, οὐ θεωμένῳ λέγει, ἀλλὰ θεωρέοντι, τοῦτ’ ἔστι θεωρῷ πεμφθέντι. Ἱερὸς γάμος. οἱ γαμοῦντες ποιοῦσι τῷ Διὶ καὶ τῇ Ἥρᾳ | |
10 | ἱεροὺς γάμους. Ἴσαι αἱ ψῆφοι αὐτῷ ἐγένοντο. ...δὲ ἴσαι ψῆφοι, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ· καὶ ἦσαν τοῦ μὲν διώ‐ κοντος αἱ τετρυπημέναι, τοῦ δὲ φεύγοντος αἱ πλήρεις· ὁποτέρῳ δ’ ἂν πλείους γένωνται, οὗτος ἐνίκα· ὅτε δὲ ἴσαι, ὁ φεύγων | |
15 | ἀπέφευγεν, ὡς καὶ Θεοδέκτης ἐν τῇ Σωκράτους ἀπολογίᾳ. Ἰτεαῖος· Λυσίας ἐν τῷ κατὰ Νικίδου. δῆμός ἐστι τῆς Ἀκαμαντίδος Ἰτέα, ἀφ’ ἧς ὁ δημότης Ἰτεαῖος. Κακηγορίας δίκη. ἐάν τις κακῶς εἴπῃ τινὰ τῶν κατοι‐ χομένων, κἂν ὑπὸ τῶν ἐκείνου παίδων ἀκούσῃ κακῶς, πεντα‐ | |
20 | κοσίας καταδικασθεὶς ὦφλε τῷ δημοσίῳ, τριάκοντα δὲ τῷ ἰδιώτῃ. Ὑπερείδης δὲ ἐν τῷ κατὰ Δωροθέου χιλίαις μὲν ζημιοῦσθαι τοὺς τοὺς κατοιχομένους κακηγορήσαντάς φησι, πεντακοσίαις δὲ τοὺς τοὺς ζῶντας. Κημός, τὸ ἐπιτιθέμενον ἐν τοῖς δικαστηρίοις ἐπὶ τῶν κάδων· | |
25 | ἦν δὲ τὸ παλαιὸν μὲν σχοίνινος παρόμοιος χώνῃ, ὕστερον δ’ ἐκ | 78 |
79 | μολύβδου· δι’ οὗ αἱ ψῆφοι καθίενται, ἵνα μὴ καθιέμεναι βλέ‐ πωνται· πάνυ γὰρ ὁ κημὸς μετέωρα εἶχε χείλη ὥστ’ ἐπισκοτεῖν. Κήρυκες. ὡς Ἀνδροτίων ἐν πρώτῃ Ἀτθίδος, Κέκροπός (φασι) γενέσθαι τρεῖς θυγατέρας, Ἄγραυλον, Ἕρσην καὶ Πάν‐ | |
5 | δροσον, ἀφ’ ἧς ἐγένετο Κῆρυξ Ἑρμῇ συγγενομένης. Κλητῆρες καὶ Μάρτυρες διαφέρουσιν. οἱ μὲν γὰρ μάρ‐ τυρες εἰσαγομένων τῶν δικῶν τῶν κατὰ τὸ πρᾶγμα γενομένων ἢ καταφαίνουσί τι ἢ τοὐναντίον· οἱ δὲ κλητῆρες τοῦ δικαζομένου εἰς δίκην προσκαλουμένου πρὸς τὸν ἄρχοντα ἢ τὸν πολέμαρχον | |
10 | ἢ πρὸς ὅντιν’ οὖν πάρεισι τῇ προσκλήσει, ἵν’ ἀνάδυσις τῆς δίκης μηδεμία ᾖ τῷ προσκεκλημένῳ. κλητῆρες λέγονται οἵτινες παρὰ τῶν δικαστῶν ἀποστελλόμενοι προσκαλοῦσιν εἰς δικαστήριον τοὺς δικάζεσθαι μέλλοντας χρέους ἕνεκα ἢ ἄλλης ἧστινος οὖν αἰτίας. Κυαμεύονται, κληροῦνται· ἐχρῶντο γὰρ κυάμοις οἱ Ἀτ‐ | |
15 | τικοὶ ἐν ταῖς κληρώσεσι τῶν ἀρχῶν μέλασι καὶ λευκοῖς, καὶ ὁ τὸν λευκὸν ἀνασπάσας ἦρχεν. Κυβευτικὸς φιμός, πλέγμα ἦν οἰσύϊνον τροχοειδές, ὃ τιθέασιν ἐπ’ ἄβακος ὑπὲρ τοῦ μὴ ἐκπίπτειν τοὺς ἀστραγάλους. Κυρία ἐκκλησία. Δημήτριος ὁ Φαληρεὺς ἐν τῷ δευτέρῳ | |
20 | περὶ τῆς Ἀθηναίων νομοθεσίας ............... πλεῖστα ἐχρη‐ μάτιζεν ἢ μέγιστα τῶν κοινῶν· ἀλλ’ ἐνῆν τὸν δεδεμένον φησίν· | |
εἰκότως δ’ ἄν τις αὐτῷ ἐπιτιμήσειεν· εἰ γὰρ ἄν ποτε κυρίας | 79 | |
80 | ἐκκλησίας τοὺς Ἀθηναίους νομίσαι ἐν .......... ἐμίσθουν ..... ..... ἄμεινον οὖν Ἀριστοτέλης· τὰς γὰρ ἀρχὰς ἐν ταῖς κυρίαις ἐκκλησίαις φησὶν ἐπιχειροτονεῖσθαι, καὶ τὰς εἰσαγγελίας (τοὺς βουλομένους ποιεῖσθαι), καὶ τὰ ἄλλα τῶν ἀναγκαίων χρημα‐ | |
5 | τίζειν, καὶ περὶ σίτου, φυλακῆς τῆς χώρας, καὶ τὰς ἀπο‐ γραφὰς τῶν δημευομένων ἀναγιγνώσκειν, καὶ τὰς λήξεις τῶν κλήρων· ἐπὶ δὲ τῆς ἕκτης πρυτανείας πρὸς τοῖς εἰρημένοις καὶ περὶ τῆς ὀστρακοφορίας προχειροτονίαν δίδοσθαι, εἰ δοκεῖ ἢ μή. | |
10 | Κωλακρέται, οἱ ταμίαι τοῦ δικαστικοῦ μισθοῦ καὶ τῶν εἰς τοὺς θεοὺς ἀναλισκομένων. Λειτουργεῖν. οἱ μὲν Ἀχαιοὶ τὸ πρυτανεῖον λήϊτον ἐκά‐ λουν, Ἀθηναῖοι δὲ τὸ δημόσιον· διὸ τοὺς ἐπιδιδόντας ἢ ὑπηρε‐ τοῦντάς τι τῷ δημοσίῳ λειτουργεῖν λέγουσιν. | |
15 | Λογισταὶ καὶ Συνήγοροι. Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ οὕτω λέγει· λογιστὰς δὲ αἱροῦνται δέκα, παρ’ οἷς διαλογίζονται πᾶσαι αἱ ἀρχαὶ τά τε λήμματα καὶ τὰς γεγε‐ νημένας δαπάνας· καὶ ἄλλους δέκα συνηγόρους, οἵτινες συνανα‐ κρίνουσι τούτοις· καὶ οἱ τὰς εὐθύνας διδόντες παρὰ τούτοις | |
20 | ἀνακρίνονται πρῶτον, εἶτα ἐφίενται εἰς τὸ δικαστήριον εἰς ἕνα καὶ πεντακοσίους. Λύκος ἥρως· ἵδρυτο οὗτος ἐν τοῖς δικαστηρίοις, ᾧ καὶ αὐτὸ τὸ δικαστικὸν ἔνεμον, ὡς Ἰσαῖος ἐν Τεμενικῷ. καὶ Λύκου δεκὰς καλεῖται, ὅτι περὶ τὸ ἀφίδρυμα αὐτοῦ κατὰ δέκα γε‐ | |
25 | νόμενοι οἱ δικασταὶ ἐδεκάζοντο. | 80 |
81 | Μεσοκρινεῖς. οὕτω δὲ λέγονται οἱ ἐν τοῖς ὑπὸ γῆν ἔργοις στῦλοι, οἱ ὑποβαστάζουσι τὰ βάρη τὰ ἐπάνω τῶν μετάλλων· εἰσὶ δ’ ἐξ αὐτῆς τῆς γῆς καταλελειμμένα ὑπερείσματα. Μὴ οὖσα δίκη. Δημήτριος ὁ Φαληρεὺς ἐνίους λέγει τῶν | |
5 | κρινομένων κακοτεχνεῖν τοῖς διώκουσιν ἀντιλαγχάνοντας τὴν μὴ οὖσαν· δεῖ γὰρ τοὺς ὑπὲρ δέκα δραχμὰς ἀμφισβητοῦντας διαι‐ τητὰς εἰς δίκην ἑκάστην λαμβάνειν· διὸ καὶ ἔκειτο νόμος μὴ εἰσάγεσθαι δίκην, εἰ μὴ πρότερον ἐξετασθείη παρ’ αὐτοῖς τὸ πρᾶγμα· ἐνίους δὲ ἀσθενὲς τὸ δίκαιον ἔχοντας καὶ δεδοικότας | |
10 | τὴν καταδίαιταν χρόνους ἐμβάλλειν καὶ σκήψεις οἵας δοκεῖν εἶναι εὐλόγους, καὶ τὸ μὲν πρῶτον παραγράφεσθαι, εἶτα ὑπόμ‐ νυσθαι νόσον ἢ ἀποδημίαν, καὶ τελευτῶντας ἐπὶ τὴν κυρίαν τῆς διαίτης ἡμέραν οὐκ ἀπαντῶντας, ὅπως δύνωνται ἀντιλαγ‐ χάνειν τὴν μὴ οὖσαν τῷ ἑλόντι, ὥστε ἐξ ὑπαρχῆς ἀκέραιον | |
15 | αὐτοῖς καθίστασθαι τὸν ἀγῶνα. κατ’ ἐνίους δὲ ἡ ἀντίληξίς ἐστιν ὅτῳ ἀντιλαχεῖν ἐξῆν· καὶ μετέγραψαν ἢ ὅλως ἐκ τῶν λόγων αὐτὴν ἀνεῖλον· τούτου δὲ αἴτιον ἡ τοῦ ἔθους ἔκλειψις, ἀνῄρηται γὰρ μετὰ τῶν διαιτητῶν ἡ ἀντίληξις. ἐξῆν δ’ ἀντι‐ λαγχάνειν ἐντὸς ἡμερῶν δέκα. | |
20 | Ναύκληρος. Ὑπερείδης οὐ μόνον ὡς ἡ συνήθεια κέχρηται τῷ ὀνόματι, ἀλλὰ καὶ ἐπὶ τοῦ μεμισθωμένου ἐπὶ τῷ τὰ ἐνοίκια ἐκλέγειν ἢ οἰκίας ἢ συνοικίας. Νυμφαγωγός. οὐκ ἦν ἔθος τὸν ἅπαξ συμβιώσει καὶ γάμῳ πταίσαντα δεύτερον ἢ πλεονάκις γαμοῦντα παραλαμβάνειν αὐ‐ | |
25 | τὸν τὴν νύμφην, ἀλλὰ πέμπειν ἕτερόν τινα ἀνθ’ αὑτοῦ. | 81 |
82 | Νομοφύλακες, ἕτεροί εἰσι τῶν θεσμοθετῶν, ὡς Φιλόχορος ἐν τῇ ἑβδόμῃ· οἱ μὲν γὰρ ἄρχοντες ἀνέβαινον εἰς Ἄρειον πά‐ γον ἐστεφανωμένοι, οἱ δὲ νομοφύλακες στρόφια λευκὰ ἔχον‐ τες, καὶ ἐν ταῖς θέαις ἐναντίον τῶν ἀρχόντων ἐκαθέζοντο, καὶ | |
5 | τὴν πομπὴν ἔπεμπον τῇ Παλλάδι· τὰς δ’ ἀρχὰς ἠνάγκαζον τοῖς νόμοις χρῆσθαι, καὶ ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν τῇ βουλῇ μετὰ τῶν προέδρων ἐκάθηντο, κωλύοντες τὰ ἀσύμφορα τῇ πόλει πράττειν. ἑπτὰ δ’ ἦσαν καὶ κατέστησαν, ὡς Φιλόχορος, ὅτε Ἐφιάλτης μόνα κατέλιπε τῇ ἐξ Ἀρείου πάγου βουλῇ τὰ ὑπὲρ | |
10 | τοῦ σώματος. Ξενίας γραφὴ καὶ Δωροξενίας, διαφέρει. Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶ περὶ τῶν θεσμοθετῶν διαλεγό‐ μενος· εἰσὶ δὲ καὶ γραφαὶ πρὸς αὐτούς, ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας· ξενίας μὲν ἐάν τις κατηγορῆται ξένος. | |
15 | εἶναι, δωροξενίας δὲ ἐάν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν. Ὅρος ὁρισμοῦ διαφέρει. ὁ μὲν ὅρος καθολικώτερός ἐστι· λέγεται γὰρ κατὰ τῶν χαρακωμάτων καὶ ὁροθεσίων, καὶ κατὰ τῶν ὁρισμῶν· ὁ δὲ ὁρισμὸς καθ’ ἑνὸς μόνου· εἴ τι γὰρ ὁρισμός, τοῦτο καὶ ὅρος· οὐκ εἴ τι δὲ ὅρος, τοῦτο καὶ ὁρισμός. διαφέρει | |
20 | δὲ ὁρισμὸς ὑπογραφικοῦ ὁρισμοῦ· ὁ μὲν γὰρ ὁρισμὸς ἐξ οὐσιω‐ δῶν μόνων φωνῶν σύγκειται· ὁ δὲ ὑπογραφικὸς μικτός, οἷον· ὁ ἄνθρωπος ζῷον λογικὸν θνητὸν πλατυώνυχον. | |
Ὀροσάγγης καὶ σαγγάνδης καὶ παρασάγγης καὶ | 82 | |
83 | Ἄγγαρος, διαφέρει. ὀροσάγγαι μὲν οἱ σωματοφύλακες, ὡς Σοφοκλῆς Ἑλένης γάμῳ καὶ Τρωίλῳ· Ἡρόδοτος δέ, „οἱ εὐερ‐ γέται βασιλέος ὀροσάγγαι καλέονται Περσιστί“· Νύμφις δὲ ὁ Ἡρακλεώτης ἐν δευτέρῳ περὶ Ἡρακλείας τοὺς ὀροσάγγας λέγει | |
5 | παρὰ Πέρσαις τὴν μεγίστην ἔχειν προεδρίαν, καλεῖσθαι δὲ κατὰ γλῶτταν ξένους βασιλείους. σαγγάνδαι δὲ οἱ ἀποστελλόμενοι καλοῦνται· Σοφοκλῆς δ’ ἐν τοῖς Ποιμέσι καὶ Εὐριπίδης ἐν Σκυ‐ ρίαις παρασάγγας αὐτοὺς κεκλήκασιν· ἐχρῆν δὲ εἰπεῖν σαγ‐ γάνδας· ὁ γὰρ παρασάγγης μέτρον ἐστὶν ὁδοῦ, ὡς Ἡρόδοτος | |
10 | ἐν τῇ δευτέρᾳ οὕτω· „δύναται μὲν οὖν ὁ παρασάγγης τριήκοντα στάδια, ὁ δὲ σχοῖνος ἕκαστος, μέτρον ἐὼν Αἰγύπτιον, ἑξήκοντα στάδια.“ ἄγγαροι δὲ οἱ πρεσβευταί, ὡς Θεόπομπος ἐν τῇ τρισ‐ καιδεκάτῃ οὕτω· „κατέπεμψε πρέσβεις, οὓς ἐκεῖνοι ἀγγάρους καλοῦσιν.“ Εἰρηναῖος δ’ ἐν τῷ ὑπομνήματι τῷ εἰς Ἡρόδοτόν | |
15 | φησι καλεῖσθαι τοὺς ἐκ διαδοχῆς βασιλικοὺς γραμματηφόρους ἀγγάρους, ὅθεν καὶ τὸ εἰς βασιλικὰς ἀπάγειν τι χρείας ἀγ‐ γαρεύειν λέγομεν, καὶ τὸν ἀγγελιαφόρον ἄγγαρον, καὶ ἀγ‐ γάριον ἐντεῦθεν, καὶ τὸ ὑπηρετεῖν ἀναγκάζειν ἀγγαρεύειν. Ὀργάς, λοχμῶδες καὶ ὀρεινὸν χωρίον οὐκ ἐπεργαζόμενον· | |
20 | λέγεται δὲ οὕτω παρὰ τὸ ὀργᾶν εἰς βλάστησιν τὰς ὕλας, καὶ τὰ ἄλση ἀπὸ τῆς ἄλσεως. | |
Ὀστρακισμοῦ τρόπος. Φιλόχορος ἐκτίθεται τὸν ὀστρα‐ | 83 | |
84 | κισμὸν ἐν τῇ τρίτῃ γράφων οὕτω· προυχειροτόνει μὲν ὁ δῆμος πρὸ τῆς ὀγδόης πρυτανείας, εἰ δοκεῖ τὸ ὄστρακον εἰσφέρειν· ὅτε δ’ ἐδόκει, ἐφράσσετο σανίσιν ἡ ἀγορά, καὶ κατελείποντο εἴσοδοι δέκα, δι’ ὧν εἰσιόντες κατὰ φυλὰς ἐτίθεσαν τὰ ὄστρακα | |
5 | στρέφοντες τὴν ἐπιγραφήν· ἐπεστάτουν δὲ οἵ τε ἐννέα ἄρχον‐ τες καὶ ἡ βουλή. διαριθμηθέντων δέ, ὅτῳ πλεῖστα γένοιτο καὶ μὴ ἐλάττω ἑξακισχιλίων, τοῦτον ἔδει τὰ δίκαια δόντα καὶ λαβόντα ὑπὲρ τῶν ἰδίων συναλλαγμάτων ἐν δέκα ἡμέραις με‐ ταστῆναι τῆς πόλεως ἔτη δέκα, (ὕστερον δ’ ἐγένοντο πέντε), | |
10 | καρπούμενον τὰ ἑαυτοῦ, μὴ ἐπιβαίνοντα ἐντὸς Γεραιστοῦ, Εὐ‐ βοίας ἀκρωτηρίου. μόνος δὲ Ὑπέρβολος ἐκ τῶν ἀδόξων ἐξωστρα‐ κίσθη διὰ μοχθηρίαν τρόπων, οὐ δι’ ὑποψίαν τυραννίδος· μετὰ τοῦτον δὲ κατελύθη τὸ ἔθος, ἀρξάμενον νομοθετήσαντος Κλεισ‐ θένους, ὅτε τοὺς τυράννους κατέλυσεν, ὅπως συνεκβάλῃ καὶ | |
15 | τοὺς φίλους αὐτῶν. Πάραλος καὶ Σαλαμινία. ταύτας τὰς τριήρεις εἶχον διὰ παντὸς πρὸς τὰς ἐπειγούσας ὑπηρεσίας, ἐφ’ αἷς καὶ ταμίαι τινὲς ἐχειροτονοῦντο. ἐχρῶντο δ’ αὐταῖς, εἰ δέοι στρατηγὸν με‐ ταπέμψασθαι κριθησόμενον, ὥσπερ Ἀλκιβιάδην. ἡ δὲ Πάραλος | |
20 | ἀπό τινος ἥρωος ἐπιχωρίου ἐκλήθη· τῆς μὲν Παράλου καὶ Σαλαμινίας ἐν τρίτῃ μνημονεύει Θουκυδίδης καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν· Ἀριστοτέλης δὲ Ἀμμωνιάδα καὶ Πάραλον οἶδε καὶ Δείναρχος ἐν τῷ κατὰ Τιμοκράτους· Φιλόχορος δὲ ἐν τῇ ἕκτῃ τέτταρας αὐτὰς οἶδε, πρώτας μὲν δύο Ἀμμωνιάδα καὶ Πάρα‐ | |
25 | λον, προσγενομένας δὲ Δημητριάδα καὶ Ἀντιγονίδα. ἐκαλοῦντο | 84 |
85 | δὲ οἱ ἐμπλέοντες τῇ Παράλῳ, Πάραλοι, ὡς καὶ παρ’ Αἰσχίνῃ, οἷον οἱ τῇ Σαλαμινίᾳ, Σαλαμίνιοι. Παρεγράψαντο. οἱ ψήφισμα ἢ νόμον παρανόμων κρίνον‐ τες εἰς σανίδα ἀπογράφονται τοὺς νόμους οἷς φασιν ἐναντία | |
5 | εἶναι τὰ κατηγορούμενα, καὶ εἰς τὰ δικαστήρια εἰσκομίζονται καὶ ἀπὸ τῆς σανίδος ἀναγιγνώσκουσιν· παραγεγραμμένοι οὖν εἰσιν οἱ νόμοι οἷον παρὰ τὰ κατηγορούμενα γεγραμμένοι. Παρηγοροῦμαι, τὸ παραγγέλλω καὶ τὸ ἀγορεύω. Πενέσται· οἷοιπερ ἦσαν παρὰ Λακεδαιμονίοις οἱ Εἵλω‐ | |
10 | τες, τοιοῦτοι παρὰ Θετταλοῖς οἱ Πενέσται· εἰσὶ δὲ οἱ ἐν τοῖς ὅπλοις ἑαλωκότες, καὶ διὰ τοῦτο δουλεύειν βεβιασμένοι τοῖς κεκρατηκόσιν. Πινάκιον, λέγεται καὶ σύμβολον δικαστικόν. Προβολὴ μὲν φανεροῦ τινος ἀδικήματος, φάσις δὲ λανθά‐ | |
15 | νοντος μήνυσις· Καικίλιος δὲ φάσιν φησὶν εἶναι ἣν κατὰ τῶν τὰ δημόσια μέταλλα ὑπορυττόντων ἀποφέρουσι καὶ καθόλου κατὰ τῶν τὰ κοινὰ κλεπτόντων· καλεῖσθαι δὲ οὕτω καὶ τὰς ἐμπορικὰς μηνύσεις. Πρυτανεῖα, πρόσοδός τις εἶναι φαίνεται, ἣν οἱ δικαζό‐ | |
20 | μενοι κατέβαλλον κατὰ τὸ τίμημα τῆς δίκης. Προσκαλεῖται καὶ Προκαλεῖται διαφέρει, καθὸ προ‐ | |
καλεῖται μὲν οἰκέτην εἰς βάσανον, προσκαλεῖται δὲ τὸν ἀντί‐ | 85 | |
86 | δικον εἰς δίκην· ὅθεν ἀπὸ τῆς προσκλήσεως κλητῆρες λέγονται οἱ τῶν δικαστῶν ὑπηρέται. Πρόστιμον ἔκειτο τῷ μὴ μεταλαβόντι τὸ πέμπτον μέρος τῶν ψήφων, ὡς Θεόφραστος ἐν πέμπτῳ περὶ νόμων· ἐν δὲ τοῖς | |
5 | δημοσίοις ἀγῶσιν ἐζημιοῦντο χιλίαις καὶ πρόσεστί τις ἀτιμία, ὥστε μὴ ἐξεῖναι μήτε γράψασθαι παρανόμων μήτε φαίνειν μήτε ἐφηγεῖσθαι· ἐὰν δέ τις γραψάμενος μὴ ἐπεξέλθῃ, ὁμοίως· περὶ δὲ τῆς εἰσαγγελίας, ἐάν τις μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων, οἱ δικασταὶ τιμῶσιν. | |
10 | Ῥητορική. Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην περὶ χωρίου· τὰς γνώμας ἃς εἰσῆγον εἰς τὸ δικαστήριον μετὰ ψηφίσματος. καὶ Ὑπερείδης ἐν τῷ κατὰ Αὐτοκλέους προδοσίας, „ῥητορικῆς ἐκ δήμου“· ἔστι γὰρ καὶ ἐκ βουλῆς, οἷον εἰ τὰ αὐτὰ ἔδοξε τῷ δήμῳ καὶ τῇ βουλῇ. | |
15 | Σφήττιοι, δῆμος φυλῆς Ἀκαμαντίδος· καλοῦνται δὲ καὶ Σφηττοί· κωμῳδοῦνται δὲ ὡς ὀξεῖς, ὥσπερ Ἀχαρνεῖς ὡς ἄγριοι, | |
Ποτάμιοι δὲ ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγγράπτους. | 86 |